Σάββατο 14 Νοεμβρίου 2015

Παναγία Αρβανίτισσα - εορτασμός


Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἑλλάδος ἡ σκέπη, τῶν πιστῶν καταφύγιον, γένους τῶν Ῥωμηών, προστασία, Καρύων Χίου ἔφορος λαοῦ σου ἀντιλήπτωρ καὶ φρουρός. Παρθένε Ἀρβανίτισσα σὺ εἶ ὁρωμένη μετὰ σώματος ἐμφανῶς, καὶ ἐν πολέμους σπεύδουσα. Χαίροις ἡ κηδεμὼν τῶν ἐν δεινοῖς, χαίροις τροφὸς ἡ εὔστοργος χαίροις, ἡ ἰλεούσα τὸν Θεὸν ὡς τούτου Μήτηρ Ἄχραντος.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Καρύων νήσου Χίου σεπτὸν καλλώπισμα, Θεογεννῆτορ Παρθένε χριστιανῶν ἀρωγέ, πατριώτισσα Παρθένε, Ἀρβανίτισσα, ἡ προστατεύουσα πιστοὺς ἐξ ἐχθροῦ ἐπιβουλῆς καὶ ῥύουσα ἐκ κινδύνων τοὺς σοὶ προσφεύγοντας πίστει, σκέπε καὶ φρούρει τοὺς τιμῶντας σε.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ῥωμηὼν τοῦ γένους ἣ προστάτις καὶ τὸ στήριγμα, Ὑπεραγία Θεοτόκε, Ἀρβανίτισσα, πατριώτισσα παρθένε, φρουρὲ τῶν Χίων καὶ ἁπάντων Ὀρθοδόξων φύλαξ ἄγρυπνε, περιφρούρει τοὺς προστρέχοντας σὴ χάριτι καὶ κραυγάζοντας Χαῖρε, Μῆτερ πανθαυμαστέ.

Ἕτερον Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ῥωμηοσύνης στήριγμα καὶ προστασία, Χίου φύλαξ ἄγρυπνος, κόσμου παντός τε προσφυγή, τῶν δὲ πιστῶν εἰ κραταίωμα ὢ Παναγία, σεμνὴ Ἀρβανίτισσα.

Μεγαλυνάριον
Χάρις μεγαλείων ὑπερφύων, πλῆθός τε θαυμάτων Ἀρβανίτισσα Μαριάμ, ῥέει ἀκενώτως ἐκ θείας σου εἰκόνος· ἢν Χῖος νῦν κατέχει πλοῦτον ὡς ἄσυλον.

Ἕτερον Μεγαλυνάριον
Χαίροις τῶν μητέρων ἡ χαρμονή, χαίροις τῶν παρθένων ἡ ὑπέρκαλλος καλλονή, χαίροις γῆς ἁπάσης καὶ Οὐρανοῦ ἡ δόξα· ὦ Δέσποινα Ἀνύμφευτε Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Ἄνθη θεοδρέπτων ὑμνωδιῶν, δῶρα ὡς εὐώδη προσενέγκωμεν οἱ πιστοί, τῇ Ἀρβανιτίσσῃ Παρθένῳ Παναγίᾳ· αὐτὴν προσυπαντῶντες ἀγαλλιώμενοι.

Ἕτερον Μεγαλυνάριον
Ἰάσεις σωμάτων τε καὶ ψυχῶν, βλύζει ἀενάως ἡ εἰκών σου ἡ ἱερά, νῆσον δὲ τῆς Χίου πλουτεῖς ἐν εὐλογίαις· Παρθένε Ἀρβανίτισσα Θεονύμφευτε.

Ἕτερον Μεγαλυνάριον
Ῥάβδῳ εὐστοργίας σου μητρικῆς, τρίβον εἰς εὐθείαν σωτηρίου διαμονῆς, σὺ ἐν ἀσφαλείᾳ ἰθύνεις Παναγία· ὑψοῦσα ἐκ βαράθρων ὦ Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Ὅμιλος παρθένων πανευλαβῶς, ἄθροισμα πιστῶν τε Ὀρθοδόξων πᾶσα πληθύς, λόγοις ἐγκωμίων καὶ ὕμνοις εὐαρέστως· αἰνοῦσι Παναγίαν τὴν Ἀρβανίτισσαν.

Ἕτερον Μεγαλυνάριον
Ἴνδαλμα τῆς πλάνης τὸ εἰδεχθές, ἔῤῥιπται εἰς χάος καὶ συντέτριπται παντελῶς, σοῦ τῷ θείῳ τόκῳ καὶ κέρας ἀληθείας· ἠνόρθωται ἐνδόξως ὦ Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Σέλας ἡλιόμορφον καὶ τερπνόν, εἴδομεν Παρθένε Ἀρβανίτισσα διὰ Σοῦ, ἄρχοντα τεκοῦσα και ποιητὴν τῶν φώτων· αὐγάζεις γὰρ τοῦ κόσμου ἅπαν τὸ πλήρωμα.

Ἕτερον Μεγαλυνάριον
Χίος μεγαλόνησος καθορᾷ, σοῦ τὴν παρουσίαν Ἀρβανίτισσαν Μαριάμ, ἅμα τε συγχαίρει τῶν Καρυῶν χωρίον· Ἑλλάς τε πᾶσα στέργει τὴν προστασίαν σου.

Ἕτερον Μεγαλυνάριον
Ἵλαθι Παρθένε ὡς συμπαθής, βλέψον εἰς λαόν σου τὸν ἐλπιζοντα ἐπὶ σέ, δίδου σῆς προνοίας τὰς δωρεὰς ἀφθονως· καὶ σκέπε σοὺς ἱκέτας ὦ Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Ὅρμον εἰς ἀκύμαντον τοῦ Χριστοῦ, ἴθυνον σοὺς δούλους Ἀρβανίτισσα Μαριάμ, πᾶσι δὲ καρδίαν γαληνιῶσαν δίδου· καινίζουσα τὴν χάριν τὴν εἰρηνόμορφον.

Ἕτερον Μεγαλυνάριον
Ὕψος παρθενίας σου ἐξυμνῶ, βάθος σῆς ἁγνείας Ἀρβανίτισσα εὐφημῶ, μέλπω σῶν χαρίτων τὸ πέλαγος τὸ μέγα· καὶ πλῆθος σῶν θαυμάτων τὸ ἀπροσμέτρητον.

Ἕτερον Μεγαλυνάριον
Ἔρεισμα ἀκράδαντον τῶν πιστῶν, τεῖχος οἰκουμένης καὶ ἀπόρθητον ὀχυρόν, σθένος πολεμούντων καὶ νίκη τῶν ἀθλούντων· σὺ εἶ ἀδιαψεύστως ὦ Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Ὄμματα καρδίας μετὰ σπουδῆς, αἴρομέν σοι Κόρη Ἀρβανίτισσα δουλικῶς, σοῦ τὴν συμμαχίαν αἰτούμενοι ἐν πίστει· καὶ ῥώμῃ πεποιθότες τῆς σῆς δυνάμεως.

Ἕτερον Μεγαλυνάριον
Ῥόδον τὸ ἀμάραντον καὶ τερπνόν, ᾔνθησας Παρθένε Ἀρβανίτισσα τὸν Χριστόν, οὗ ταῖς ἀποῤῥήτοις καὶ θείαις εὐωδίαις· εὐφραίνονται καρδίας τὰ αἰσθητήρια.

Ἕτερον Μεγαλυνάριον
Ἔχουσι Ναόν σου τὸν ἱερόν, Καρυαὶ τῆς Χίου ὡς θεόκτιστον θησαυρόν, ἅμα τε εἰκόνα πλουτοῦσι σου ἁγίαν· χρυσοῦ τιμιωτέραν ὦ Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Ἴδε τὴν πενίαν μου Μαριάμ, βλέψον εὐτελείας τῆς πολλῆς μου ἐν οἰκτιρμοῖς, πλοῦτον μοι παράσχου τῆς σῆς ἀγαθωσύνης· ὡς Μήτηρ τοῦ ἐλέους ὦ Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Χαίροις χαροπάροχε Μαριάμ, χαίροις παραδείσου ἡ εὐφρόσυνος ἀπαρχη, χαίροις σωτηρίας ἡ ἀληθὴς αἰτία· βεβαίωσις ἐλπίδος ὦ Ἀρβανίτισσα.

Ἕτερον Μεγαλυνάριον
Πᾶσαι τὡν Ἀγγέλων οἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἕτερον Μεγαλυνάριον
Χαίροις, εὖχος Χίου τῶν Καρύων, χαίροις, Θεοτόκε, Ἀρβανίτισσα θαυμαστή, χαίροις, χριστωνύμους ἡ ἀκλινὼς φρουροῦσα καὶ σκέπουσα ἀπαύστως ὡς πατριώτισσα.



--------------------------------------------------------------------------------------------------------------------

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου